Τρίτη 13 Ιουνίου 2017

Ἀπόσπασμα ἀπὸ τὸν Βίο τοῦ Βαρλαάμ καὶ Ἰωάσαφ Ἁγίου Ἰωάννου τοῦ Δαμασκηνοῦ


Εἰ τὸν ἐμὸν βούλει ∆εσπότην μαθεῖν,
ὁ Κύριός ἐστιν Ἰησοῦς Χριστός,
ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ,
ὁ μακάριος καὶ μόνος δυνάστης,
ὁ Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων,
ὁ μόνος ἔχων ἀθανασίαν,
φῶς οἰκῶν ἀπρόσιτον,
ὁ σὺν Πατρὶ καὶ ἁγίῳ Πνεύματι δοξαζόμενος.

Οὐκ εἰμὶ γὰρ ἐγὼ τῶν τοὺς πολλοὺς τούτους καὶ ἀτάκτους ἀναγορευόντων θεούς, καὶ τὰ ἄψυχα ταῦτα καὶ κωφὰ σεβομένων εἴδωλα·
ἀλλ' ἕνα Θεὸν γινώσκω καὶ ὁμολογῶ ἐν τρισὶν ὑποστάσεσι δοξαζόμενον,
Πατρί, φημί, καὶ Υἱῷ, καὶ ἁγίῳ Πνεύματι,
ἐν μιᾷ δὲ φύσει καὶ οὐσίᾳ,
ἐν μιᾷ δόξῃ καὶ βασιλείᾳ μὴ μεριζομένῃ.

Οὗτος οὖν ὁ ἐν τρισὶν ὑποστάσεσιν εἷς Θεός,
ἄναρχός τε καὶ ἀτελεύτητος,
αἰώνιός τε καὶ ἀΐδιος,
ἄκτιστος,
ἄτρεπτός τε καὶ ἀσώματος,
ἀόρατος,
ἀπερίγραπτος,
ἀπερινόητος,
ἀγαθὸς καὶ δίκαιος μόνος,
ὁ τὰ πάντα ἐκ μὴ ὄντων ὑποστησάμενος,
τά τε ὁρατὰ καὶ τὰ ἀόρατα,
πρῶτον μὲν δημιουργεῖ τὰς οὐρανίους δυνάμεις καὶ ἀοράτους,
ἀναρίθμητά τινα πλήθη ἄϋλά τε καὶ ἀσώματα,
λειτουργικὰ πνεύματα τῆς τοῦ Θεοῦ μεγαλειότητος·
ἔπειτα τὸν ὁρώμενον κόσμον τοῦτον,
οὐρανόν τε καὶ γῆν καὶ τὴν θάλασσαν,
ὅνπερ καὶ φωτὶ φαιδρύνας κατεκόσμησεν,
οὐρανὸν μὲν ἡλίῳ καὶ σελήνῃ καὶ τοῖς ἄστροις,
γῆν δὲ παντοίοις βλαστήμασι καὶ διαφόροις ζῴοις,
τήν τε θάλασσαν πάλιν τῷ παμπληθεῖ τῶν νηκτῶν γένει.
Ταῦτα πάντα, αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν,
αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν.

Εἶτα δημιουργεῖ τὸν ἄνθρωπον χερσὶν ἰδίαις,
χοῦν μὲν λαβὼν ἀπὸ τῆς γῆς εἰς διάπλασιν τοῦ σώματος,
τὴν δὲ ψυχὴν λογικὴν καὶ νοερὰν διὰ τοῦ οἰκείου ἐμφυσήματος αὐτῷ δούς,
ἥτις κατ' εἰκόνα καὶ ὁμοίωσιν τοῦ Θεοῦ δεδημιουργῆσθαι γέγραπται·
κατ' εἰκόνα μέν, διὰ τὸ νοερὸν καὶ αὐτεξούσιον,
καθ' ὁμοίωσιν δὲ διὰ τὴν τῆς ἀρετῆς κατὰ τὸ δυνατὸν ὁμοίωσιν.
Τοῦτον τὸν ἄνθρωπον αὐτεξουσιότητι καὶ ἀθανασίᾳ τιμήσας,
βασιλέα τῶν ἐπὶ γῆς κατέστησεν·
ἐποίησε δὲ ἐξ αὐτοῦ τὸ θῆλυ, βοηθὸν αὐτῷ κατ' αὐτόν.

Καὶ φυτεύσας παράδεισον ἐν Ἐδὲμ κατὰ ἀνατολάς,
εὐφροσύνης καὶ θυμηδίας πάσης πεπληρωμένον,
ἔθετο ἐν αὐτῷ τὸν ἄνθρωπον ὃν ἔπλασε,
πάντων μὲν τῶν ἐκεῖσε θείων φυτῶν κελεύσας ἀκωλύτως μετέχειν,
ἑνὸς δὲ μόνου θέμενος ἐντολὴν ὅλως μὴ γεύσασθαι,
ὅπερ ξύλον τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν κέκληται, οὕτως εἰπών.
ᾟ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε.

Εἷς δὲ τῶν εἰρημένων ἀγγελικῶν δυνάμεων, μιᾶς στρατιᾶς πρωτοστάτης, οὐδόλως ἐν ἑαυτῷ παρὰ τοῦ ∆ημιουργοῦ κακίας φυσικῆς ἐσχηκὼς ἴχνος ἀλλ' ἐπ' ἀγαθῷ γενόμενος, αὐτεξουσίῳ προαιρέσει ἐτράπη ἐκ τοῦ καλοῦ εἰς τὸ κακόν, καὶ ἐπήρθη τῇ ἀπονοίᾳ, ἀντᾶραι βουληθεὶς τῷ ∆εσπότῃ καὶ Θεῷ.
Διὸ ἀπεβλήθη τῆς τάξεως αὐτοῦ καὶ τῆς ἀξίας, καί, ἀντὶ τῆς μακαρίας δόξης ἐκείνης καὶ ἀγγελικῆς ὀνομασίας, διάβολος ἐκλήθη καὶ Σατανᾶς προσωνόμασται.
Ἔρριψε γὰρ αὐτὸν ὁ Θεὸς ὡς ἀνάξιον τῆς ἄνωθεν δόξης·
συναπεσπάσθη δὲ αὐτῷ καὶ συναπεβλήθη καὶ πλῆθος πολὺ τοῦ ὑπ' αὐτὸν τάγματος τῶν ἀγγέλων, οἵτινες, κακοὶ γεγονότες τὴν προαίρεσιν,
καί, ἀντὶ τοῦ ἀγαθοῦ τῇ ἀποστασίᾳ ἐξακολουθήσαντες τοῦ ἄρχοντος αὐτῶν, δαίμονες ὠνομάσθησαν,
ὡς πλάνοι καὶ ἀπατεῶνες.

Ἀρνησάμενος οὖν πάντη τὸ ἀγαθὸν ὁ διάβολος,
καὶ πονηρὰν προσλαβόμενος φύσιν,
φθόνον ἀνεδέξατο πρὸς τὸν ἄνθρωπον,
ὁρῶν ἑαυτὸν μὲν ἐκ τηλικαύτης ἀπορριφθέντα δόξης,
ἐκεῖνον δὲ πρὸς τοιαύτην τιμὴν ἀναγόμενον,
καὶ ἐμηχανήσατο ἐκβαλεῖν αὐτὸν τῆς μακαρίας ἐκείνης διαγωγῆς.
Τὸν ὄφιν οὖν ἐργαστήριον τῆς ἰδίας πλάνης λαβόμενος,
δι' αὐτοῦ ὡμίλησε τῇ γυναικί,
καί, πείσας αὐτὴν φαγεῖν ἐκ τοῦ ἀπηγορευμένου ἐκείνου ξύλου ἐλπίδι θεώσεως,
δι' αὐτῆς ἠπάτησε καὶ τὸν Ἀδάμ,
οὕτω τοῦ πρωτοπλάστου κληθέντος.

Καὶ φαγὼν ὁ πρῶτος ἄνθρωπος τοῦ φυτοῦ τῆς παρακοῆς ἐξόριστος γίνεται τοῦ παραδείσου τῆς τρυφῆς ὑπὸ τοῦ ∆ημιουργοῦ, καί, ἀντὶ τῆς μακαρίας ζωῆς ἐκείνης καὶ ἀνωλέθρου διαγωγῆς, εἰς τὴν ἀθλίαν ταύτην καὶ ταλαίπωρον (φεῦ μοι) βιοτὴν ἐμπίπτει, καὶ θάνατον τὸ τελευταῖον καταδικάζεται.
Ἐντεῦθεν ἰσχὺν ὁ διάβολος λαβὼν καὶ τῇ νίκῃ ἐγκαυχώμενος, πληθυνθέντος τοῦ γένους τῶν ἀνθρώπων, πᾶσαν κακίας ὁδὸν αὐτοῖς ὑπέθετο.

Ὡς, ἐντεῦθεν διακόψαι τὴν πολλὴν τῆς ἁμαρτίας φορὰν βουλόμενος, ὁ Θεὸς κατακλυσμὸν ἐπήγαγε τῇ γῇ,
ἀπολέσας πᾶσαν ψυχὴν ζῶσαν·
ἕνα δὲ μόνον εὑρὼν δίκαιον ἐν τῇ γενεᾷ ἐκείνῃ,
τοῦτον σὺν γυναικὶ καὶ τέκνοις ἐν κιβωτῷ τινι περισώσας,
μονώτατον εἰς τὴν γῆν κατέστησεν.

Ἡνίκα δὲ ἤρξατο πάλιν εἰς πλῆθος τὸ τῶν ἀνθρώπων γένος χωρεῖν,
ἐπελάθοντο τοῦ Θεοῦ καὶ εἰς χεῖρον ἀσεβείας προέκοψαν,
διαφόροις δουλωθέντες ἁμαρτήμασι,
καὶ δεινοῖς καταφθαρέντες ἀτοπήμασι,
καὶ εἰς πολυσχιδῆ πλάνην διαμερισθέντες.
Οἱ μὲν γὰρ αὐτομάτως φέρεσθαι τὸ πᾶν ἐνόμισαν, καὶ ἀπρονόητα ἐδογμάτισαν, ὡς μηδενὸς ἐφεστηκότος ∆εσπότου·
ἄλλοι εἱμαρμένην εἰσηγήσαντο, τῇ γενέσει τὸ πᾶν ἐπιτρέψαντες·
ἄλλοι πολλοὺς θεοὺς κακοὺς καὶ πολυπαθεῖς ἐσεβάσθησαν,
τοῦ ἔχειν αὐτοὺς τῶν ἰδίων παθῶν καὶ δεινῶν πράξεων συνηγόρους,
ὧν καὶ μορφώματα τυπώσαντες ἀνεστήλωσαν ξόανα κωφὰ καὶ ἀναίσθητα εἴδωλα,
καὶ συγκλείσαντες ἐν ναοῖς προσεκύνησαν,
λατρεύοντες τῇ κτίσει παρὰ τὸν Κτίσαντα,
οἱ μὲν τῷ ἡλίῳ καὶ τῇ σελήνῃ,
καὶ τοῖς ἄστροις ἃ ἔθετο ὁ Θεὸς πρὸς τὸ φαῦσιν παρέχειν τῷ περιγείῳ τούτῳ κόσμῳ,
ἄψυχά τε ὄντα καὶ ἀναίσθητα,
τῇ προνοίᾳ τοῦ ∆ημιουργοῦ φωτιζόμενα καὶ διακρατούμενα,
οὐ μὴν δὲ οἴκοθέν τι δυνάμενα·
οἱ δὲ τῷ πυρὶ καὶ τοῖς ὕδασι καὶ τοῖς λοιποῖς στοιχείοις τῆς γῆς, ἀψύχοις καὶ ἀναισθήτοις οὖσι·
καὶ οὐκ ᾐσχύνθησαν οἱ ἔμψυχοι καὶ λογικοὶ τὰ τοιαῦτα σέβεσθαι·
ἄλλοι θηρίοις καὶ ἑρπετοῖς καὶ κτήνεσι τετραπόδοις τὸ σέβας ἀπένειμαν,
κτηνωδεστέρους τῶν σεβομένων ἑαυτοὺς ἀποδεικνύντες·
οἱ δὲ ἀνθρώπων τινῶν αἰσχρῶν καὶ εὐτελῶν μορφώματα ἀνετυπώσαντο,
καὶ τούτους θεοὺς ἐκάλεσαν,
καὶ τοὺς μὲν αὐτῶν ἄρρενας,
τινὰς δὲ θηλείας ὠνόμασαν,
οὓς ἐκεῖνοι αὐτοὶ ἐξέθεντο μοιχοὺς εἶναι καὶ φονεῖς,
ὀργίλους καὶ ζηλωτὰς καὶ θυμαντικούς,
πατροκτόνους καὶ ἀδελφοκτόνους,
κλέπτας καὶ ἅρπαγας,
χωλοὺς καὶ κυλλούς,
καὶ φαρμακούς,
καὶ μαινομένους,
καὶ τούτων τινὰς μὲν τετελευτηκότας,
τινὰς δὲ κεκεραυνωμένους,
καὶ κοπτομένους,
καὶ θρηνουμένους καὶ δεδουλευκότας ἀνθρώποις,
καὶ φυγάδας γενομένους,
καὶ εἰς ζῷα μεταμορφουμένους ἐπὶ πονηραῖς καὶ αἰσχραῖς μίξεσιν·
ὅθεν, λαμβάνοντες οἱ ἄνθρωποι ἀφορμὰς ἀπὸ τῶν θεῶν αὐτῶν,
ἀδεῶς κατεμιαίνοντο πάσῃ ἀκαθαρσίᾳ.
Καὶ δεινὴ κατεῖχε σκότωσις τὸ γένος ἡμῶν ἐν ἐκείνοις τοῖς χρόνοις,
καὶ οὐκ ἦν ὁ συνιών,
οὐκ ἦν ὁ ἐκζητῶν τὸν Θεόν.

Ἀβραὰμ δέ τις ἐν ἐκείνῃ τῇ γενεᾷ μόνος εὑρέθη τὰς αἰσθήσεις τῆς ψυχῆς ἐρρωμένας ἔχων,
ὃς τῇ θεωρίᾳ τῶν κτισμάτων ἐπέγνω τὸν ∆ημιουργόν.
Κατανοήσας γὰρ οὐρανὸν καὶ γῆν καὶ θάλασσαν,
ἥλιον καὶ σελήνην καὶ τὰ λοιπά,
ἐθαύμασε τὴν ἐναρμόνιον ταύτην διακόσμησιν·
ἰδὼν δὲ τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ πάντα,
οὐκ αὐτομάτως γεγενῆσθαι καὶ συντηρεῖσθαι ἐνόμισεν,
οὔτε μὴν τοῖς στοιχείοις τῆς γῆς
ἢ τοῖς ἀψύχοις εἰδώλοις τὴν αἰτίαν τῆς τοιαύτης διακοσμήσεως προσανέθετο·
ἀλλὰ τὸν ἀληθῆ Θεὸν διὰ τούτων ἐπέγνω,
καὶ αὐτὸν εἶναι ∆ημιουργὸν τοῦ παντὸς καὶ συνοχέα συνῆκεν.

Ἀποδεξάμενος δὲ τοῦτον τῆς εὐγνωμοσύνης καὶ ὀρθῆς κρίσεως,
ὁ Θεὸς ἐνεφάνισεν ἑαυτὸν αὐτῷ,
οὐ καθὼς ἔχει φύσεως (Θεὸν γὰρ ἰδεῖν γεννητῇ φύσει ἀδύνατον), ἀλλ' οἰκονομικαῖς τισι θεοφανείαις,
ὡς οἶδεν αὐτός, καὶ τελεωτέραν γνῶσιν ἐνθεὶς αὐτοῦ τῇ ψυχῇ, ἐδόξασε,
καὶ οἰκεῖον ἔθετο θεράποντα, ὅς, καὶ κατὰ διαδοχὴν τοῖς ἐξ αὐτοῦ παραπέμψας τὴν εὐσέβειαν,
τὸν ἀληθῆ γνωρίζειν ἐδίδαξε Θεόν.
Διὸ καὶ εἰς πλῆθος ἄπειρον τὸ σπέρμα αὐτοῦ ἐλθεῖν ὁ ∆εσπότης εὐδόκησε,
καὶ λαὸν περιούσιον αὑτῷ ὠνόμασε,
καὶ δουλωθέντας αὐτοὺς ἔθνει Αἰγυπτίῳ καὶ Φαραῷ τινι τυράννῳ σημείοις καὶ τέρασι φρικτοῖς καὶ ἐξαισίοις ἐξήγαγεν ἐκεῖθεν διὰ Μωσέως καὶ Ἀαρών,
ἀνδρῶν ἁγίων καὶ χάριτι προφητείας δοξασθέντων·
δι' ὧν καὶ τοὺς Αἰγυπτίους ἐκόλασεν ἀξίως τῆς αὐτῶν πονηρίας,
καὶ τοὺς Ἰσραηλίτας (οὕτω γὰρ ὁ λαὸς ἐκεῖνος ὁ τοῦ Ἀβραὰμ ἀπόγονος ἐκέκλητο) διὰ ξηρᾶς τὴν Ἐρυθρὰν θάλασσαν διήγαγε, διασχισθέντων τῶν ὑδάτων καὶ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων γεγενημένων·
τοῦ δὲ Φαραὼ καὶ τῶν Αἰγυπτίων κατ' ἴχνος αὐτῶν εἰσελθόντων,
ἐπαναστραφέντα τὰ ὕδατα ἄρδην αὐτοὺς ἀπώλεσεν.

Εἶτα θαύμασι μεγίστοις καὶ θεοφανείαις ἐπὶ χρόνοις τεσσαράκοντα διαγαγὼν τὸν λαὸν ἐν τῇ ἐρήμῳ καὶ ἄρτῳ οὐρανίῳ διατρέφων,
νόμον δέδωκε πλαξὶ λιθίναις θεόθεν γεγραμμένον,
ὅνπερ ἐνεχείρισε τῷ Μωσεῖ ἐπὶ τοῦ ὄρους,
τύπον ὄντα καὶ σκιαγραφίαν τῶν μελλόντων,
τῶν μὲν εἰδώλων καὶ πάντων τῶν πονηρῶν ἀπάγοντα πράξεων,
μόνον δὲ διδάσκοντα τὸν ὄντως ὄντα Θεὸν σέβεσθαι,
καὶ τῶν ἀγαθῶν ἔργων ἀντέχεσθαι·
τοιαύταις οὖν τερατουργίαις εἰσήγαγεν αὐτοὺς εἰς ἀγαθήν τινα γῆν, ἥνπερ πάλαι τῷ πατριάρχῃ ἐκείνῳ Ἀβραὰμ ἐπηγγείλατο δώσειν αὐτοῦ τῷ σπέρματι.

Καὶ μακρὸν ἂν εἴη διηγήσασθαι ὅσα εἰς αὐτοὺς ἐνεδείξατο μεγάλα καὶ θαυμαστά,
ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός,
δι' ὧν πάντων τοῦτο ἦν τὸ σπουδαζόμενον πάσης ἀθέσμου λατρείας καὶ πράξεως τὸ τῶν ἀνθρώπων ἀποσπάσαι γένος,
καὶ εἰς τὴν ἀρχαίαν ἐπαναγαγεῖν κατάστασιν.
Ἀλλὰ καὶ ἔτι τῇ αὐτονομίᾳ τῆς πλάνης ἐδουλοῦτο ἡ φύσις ἡμῶν,
καὶ ἐβασίλευε τῶν ἀνθρώπων ὁ θάνατος,
τῇ τυραννίδι τοῦ διαβόλου,
καὶ τῇ καταδίκῃ τοῦ ᾅδου πάντας παραπέμπων.

Εἰς τοιαύτην οὖν συμφορὰν καὶ ταλαιπωρίαν ἐλθόντας ἡμᾶς οὐ παρεῖδεν ὁ πλάσας καὶ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγών,
οὐδὲ ἀφῆκεν εἰς τέλος ἀπολέσθαι τὸ τῶν χειρῶν αὐτοῦ ἔργον,
ἀλλ' εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου Πνεύματος,
ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ,
ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός,
ὁ ὁμοούσιος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι,
ὁ προαιώνιος,
ὁ ἄναρχος,
ὁ ἐν ἀρχῇ ὤν,
καὶ πρὸς τὸν Θεὸν καὶ Πατέρα ὤν,
καὶ Θεὸς ὤν,
συγκαταβαίνει τοῖς ἑαυτοῦ δούλοις συγκατάβασιν ἄφραστον καὶ ἀκατάληπτον, καί, Θεὸς ὢν τέλειος, ἄνθρωπος τέλειος γίνεται ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας τῆς ἁγίας Παρθένου καὶ Θεοτόκου, οὐκ ἐκ σπέρματος ἀνδρός, ἢ θελήματος, ἢ συναφείας, ἐν τῇ ἀχράντῳ μήτρᾳ τῆς Παρθένου συλληφθείς, ἀλλ' ἐκ Πνεύματος ἁγίου, καθὼς καὶ πρὸ τῆς συλλήψεως εἷς τῶν ἀρχαγγέλων ἀπεστάλη μηνύων τῇ Παρθένῳ τὴν ξένην σύλληψιν ἐκείνην καὶ τὸν ἄφραστον τόκον.

Ἀσπόρως γὰρ συνελήφθη ὁ Υἱὸς τοῦ Θεοῦ ἐκ Πνεύματος ἁγίου,
καὶ συμπήξας ἑαυτῷ ἐν τῇ μήτρᾳ τῆς Παρθένου σάρκα ἐμψυχουμένην ψυχῇ λογικῇ τε καὶ νοερᾷ,
προῆλθεν ἐν μιᾷ τῇ ὑποστάσει,
δύο δὲ ταῖς φύσεσι,
τέλειος Θεός,
καὶ τέλειος ἄνθρωπος,
ἄφθορον τὴν παρθενίαν τῆς τεκούσης καὶ μετὰ τὸν τόκον φυλάξας,
καὶ ἐν πᾶσιν ὁμοιοπαθὴς ἡμῖν γενόμενος χωρὶς ἁμαρτίας,
τὰς ἀσθενείας ἡμῶν ἀνέλαβε καὶ τὰς νόσους ἐβάστασεν.
Ἐπεὶ γὰρ δι' ἁμαρτίας εἰσῆλθεν ὁ θάνατος εἰς τὸν κόσμον, ἔδει τὸν λυτροῦσθαι μέλλοντα ἀναμάρτητον εἶναι καὶ μὴ τῷ θανάτῳ διὰ τῆς ἁμαρτίας ὑπεύθυνον.

Ἐπὶ τριάκοντα δὲ χρόνοις τοῖς ἀνθρώποις συναναστραφείς, ἐβαπτίσθη ἐν τῷ Ἰορδάνῃ ποταμῷ ὑπὸ Ἰωάννου,
ἀνδρὸς ἁγίου καὶ πάντων τῶν προφητῶν ὑπερκειμένου.
βαπτισθέντος δὲ αὐτοῦ,
φωνὴ ἠνέχθη οὐρανόθεν ἐκ τοῦ Θεοῦ καὶ Πατρός, λέγουσα·
Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.
Καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐν εἴδει περιστερᾶς κατῆλθεν ἐπ' αὐτόν.

Καὶ ἀποτότε ἤρξατο σημεῖα ποιεῖν μεγάλα καὶ θαυμαστά, νεκροὺς ἀνιστῶν, τυφλοὺς φωτίζων, δαίμονας ἀπελαύνων, κωφοὺς καὶ κυλλοὺς θεραπεύων, λεπροὺς καθαρίζων, καὶ πανταχόθεν ἀνακαινίζων τὴν παλαιωθεῖσαν ἡμῶν φύσιν, ἔργῳ τε καὶ λόγῳ παιδεύων καὶ διδάσκων τὴν τῆς ἀρετῆς ὁδόν, τῆς μὲν φθορᾶς ἀπάγων, πρὸς δὲ τὴν ζωὴν ποδηγῶν τὴν αἰώνιον.
Ὅθεν καὶ μαθητὰς ἐξελέξατο δώδεκα, οὓς καὶ ἀποστόλους ἐκάλεσε·
καὶ κηρύττειν αὐτοῖς ἐπέτρεψε τὴν οὐράνιον πολιτείαν, ἣν ἦλθεν ἐπὶ τῆς γῆς ἐνδείξασθαι, καὶ οὐρανίους τοὺς ταπεινοὺς ἡμᾶς καὶ ἐπιγείους τῇ αὐτοῦ οἰκονομίᾳ τελέσαι.
Φθόνῳ δὲ τῆς θαυμαστῆς αὐτοῦ καὶ θεοπρεποῦς πολιτείας καὶ τῶν ἀπείρων θαυμάτων οἱ ἀρχιερεῖς καὶ ἀρχηγοὶ τῶν Ἰουδαίων,
ἔνθα δὴ καὶ τὰς διατριβὰς ἐποιεῖτο,
μανέντες, οἷσπερ τὰ προειρημένα θαυμαστὰ σημεῖα καὶ τέρατα πεποιήκει,
ἀμνημονήσαντες πάντων,
θανάτῳ αὐτὸν κατεδίκασαν,
ἕνα τῶν μαθητῶν αὐτοῦ εἰς προδοσίαν συναρπάσαντες·
καί, κρατήσαντες αὐτόν,
τοῖς ἔθνεσιν ἔκδοτον τὴν ζωὴν τῶν ἁπάντων ἐποιήσαντο,
ἑκουσία βουλῇ ταῦτα καταδεξαμένου αὐτοῦ.

Ἦλθε γὰρ δι' ἡμᾶς πάντα παθεῖν,
ἵν' ἡμᾶς τῶν παθῶν ἐλευθερώσῃ.
Πολλὰ δὲ εἰς αὐτὸν ἐνδειξάμενοι,
σταυρῷ τὸ τελευταῖον κατεδίκασαν.
Καὶ πάντα ὑπέμεινε τῇ φύσει τῆς σαρκός,
ἧς ἐξ ἡμῶν ἀνελάβετο,
τῆς θείας αὐτοῦ φύσεως ἀπαθοῦς μεινάσης.
Δύο γὰρ φύσεων ὑπάρχων,
τῆς τε θείας καὶ ἧς ἐξ ἡμῶν προσανελάβετο,
ἡ μὲν ἀνθρωπεία φύσις ἔπαθεν,
ἡ δὲ θεότης ἀπαθὴς διέμεινε καὶ ἀθάνατος.

Ἐσταυρώθη οὖν τῇ σαρκὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός,
ὢν ἀναμάρτητος.
ἁμαρτίαν γὰρ οὐκ ἐποίησεν οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ, καὶ οὐχ ὑπέκειτο θανάτῳ·
διὰ τῆς ἁμαρτίας γάρ, ὡς καὶ προεῖπον,
ὁ θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον·
ἀλλὰ δι' ἡμᾶς ἀπέθανε σαρκὶ ἵν' ἡμᾶς τῆς τοῦ θανάτου λυτρώσηται τυραννίδος.
Κατῆλθεν εἰς ᾅδου, καὶ τοῦτον συντρίψας, τὰς ἀπ' αἰῶνος ἐγκεκλεισμένας ἐκεῖσε ψυχὰς ἠλευθέρωσε.
Τεθεὶς ἐν τάφῳ τῇ τρίτῃ ἡμέρᾳ ἐξανέστη,
νικήσας τὸν θάνατον καὶ ἡμῖν τὴν νίκην δωρησάμενος κατ' αὐτοῦ,
καί, ἀφθαρτίσας τὴν σάρκα ὁ τῆς ἀφθαρσίας πάροχος,
ὤφθη τοῖς μαθηταῖς, εἰρήνην αὐτοῖς δωρούμενος καὶ δι' αὐτῶν παντὶ τῷ γένει τῶν ἀνθρώπων.

Μεθ' ἡμέρας δὲ τεσσαράκοντα εἰς οὐρανοὺς ἀνεφοίτησε, καὶ οὕτως ἐν δεξιᾷ τοῦ Πατρὸς καθέζεται, ὃς καὶ μέλλει πάλιν ἔρχεσθαι κρῖναι ζῶντας καὶ νεκρούς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ.
Μετὰ δὲ τὴν ἔνδοξον αὐτοῦ εἰς οὐρανοὺς ἀνάληψιν, ἀπέστειλε τὸ πανάγιον Πνεῦμα ἐπὶ τοὺς ἁγίους αὐτοῦ μαθητὰς ἐν εἴδει πυρός, καὶ ἤρξαντο ξέναις γλώσσαις λαλεῖν, καθὼς τὸ Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι.

Ἐντεῦθεν οὖν τῇ χάριτι αὐτοῦ διεσπάρησαν εἰς πάντα τὰ ἔθνη, καὶ ἐκήρυξαν τὴν ὀρθόδοξον πίστιν,
βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος,
διδάσκοντες τηρεῖν πάσας τὰς ἐντολὰς τοῦ Σωτῆρος.
Ἐφώτισαν οὖν τὰ ἔθνη τὰ πεπλανημένα,
καὶ τὴν δεισιδαίμονα πλάνην τῶν εἰδώλων κατήργησαν,
κἂν μὴ φέρων ὁ ἐχθρὸς τὴν ἧτταν πολέμους καὶ νῦν καθ' ἡμῶν τῶν πιστῶν ἐγείρει,
πείθων τοὺς ἄφρονας καὶ ἀσυνέτους ἔτι τῆς εἰδωλολατρείας ἀντέχεσθαι,
ἀλλ' ἀσθενὴς ἡ δύναμις αὐτοῦ γέγονε,
καὶ αἱ ῥομφαῖαι αὐτοῦ εἰς τέλος ἐξέλιπον τῇ τοῦ Χριστοῦ δυνάμει.

Ἰδού σοι τὸν ἐμὸν ∆εσπότην καὶ Θεὸν καὶ Σωτῆρα δι' ὀλίγων ἐγνώρισα ῥημάτων·
τελεώτερον δὲ γνωρίσεις,
εἰ τὴν χάριν αὐτοῦ δέξῃ ἐν τῇ ψυχῇ σου καὶ δοῦλος αὐτοῦ καταξιωθῇς γενέσθαι.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου